Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.226 Joseph. AJ 20.232 (English) >>Joseph. AJ 20.238

20.230γίνεται δὲ τῶν ἐτῶν ἀριθμὸς ὧν ἦρξαν οἱ δεκατρεῖς ἀφʼ ἧς ἡμέρας οἱ πατέρες ἡμῶν ἐξέλιπον Αἴγυπτον Μωυσέως ἄγοντος μέχρι τῆς τοῦ ναοῦ κατασκευῆς, ὃν Σολόμων βασιλεὺς ἐν Ἱεροσολύμοις ἀνήγειρεν, ἔτη δώδεκα πρὸς τοῖς ἑξακοσίοις. 20.231

Μετὰ δὲ τοὺς δεκατρεῖς ἀρχιερέας ἐκείνους οἱ δέκα καὶ ὀκτὼ τὴν ἀρχιερωσύνην ἔσχον ἀπὸ Σολόμωνος βασιλέως ἐν Ἱεροσολύμοις αὐτὴν διαδεξάμενοι, μέχρι οὗ Ναβουχοδονόσορος τῶν Βαβυλωνίων βασιλεὺς ἐπιστρατεύσας τῇ πόλει τὸν μὲν ναὸν ἐνέπρησεν, τὸ δὲ ἔθνος ἡμῶν εἰς Βαβυλῶνα μετήνεγκεν καὶ τὸν ἀρχιερέα Ἰωσαδάκην αἰχμάλωτον ἔλαβεν. 20.232τούτων χρόνος τῆς ἱερωσύνης τετρακοσίων ἑξηκονταὲξ ἐτῶν ἐστι μηνῶν ἓξ ἡμερῶν δέκα ἤδη βασιλευομένων Ἰουδαίων. 20.233μετὰ δὲ χρόνον ἐτῶν ἁλώσεως ἑβδομήκοντα τῆς ὑπὸ Βαβυλωνίων γενομένης Κῦρος Περσῶν βασιλεὺς ἀπέλυσεν τοὺς ἐκ Βαβυλῶνος Ἰουδαίους ἐπὶ τὴν οἰκείαν γῆν πάλιν καὶ συνεχώρησεν τὸν ναὸν ἀνεγεῖραι. 20.234τότε δὴ τῶν ὑποστρεψάντων αἰχμαλώτων Ἰησοῦς τοῦ Ἰωσεδὲκ εἷς ὢν τὴν ἀρχιερωσύνην λαμβάνει. λαμβάνει δʼ οὗτος αὐτὸς καὶ οἱ ἔγγονοι αὐτοῦ πεντεκαίδεκα συνάπαντες μέχρι βασιλέως Ἀντιόχου τοῦ Εὐπάτορος, ἐπολιτεύοντο δὲ δημοκρατικῶς ἔτη τετρακόσια δεκατέσσαρα. 20.235

Πρῶτος δʼ Ἀντίοχος προειρημένος καὶ στρατηγὸς αὐτοῦ Λυσίας τὸν Ὀνίαν, Μενέλαος ἐπίκλην, παύουσι τῆς ἀρχιερωσύνης ἀνελόντες αὐτὸν ἐν Βεροίᾳ καὶ καθιστᾶσιν Ἰάκιμον ἀρχιερέα, γένους μὲν τοῦ Ἀαρῶνος, οὐκ ὄντα δὲ τῆς οἰκίας ταύτης.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.226 Joseph. AJ 20.232 (English) >>Joseph. AJ 20.238

Powered by PhiloLogic